Matthew 16:1-12

1Καὶ προσελθόντες οἱ Φαρισαῖοι καὶ Σαδδουκαῖοι πειράζοντες ἐπηρώτησαν αὐτὸν σημεῖον ἐκ τοῦ οὐρανοῦ ἐπιδεῖξαι αὐτοῖς. 2 δὲ ἀποκριθεὶς εἶπεν αὐτοῖς·
 Ὀψίας γενομένης … οὐρανός· = Treg NA/NIV RP: || = [[WH]]
Ὀψίας γενομένης λέγετε· Εὐδία, πυρράζει γὰρ οὐρανός· ⸃
3
 καὶ … δύνασθε = Treg NA/NIV RP: || = [[WH]]
καὶ πρωΐ· Σήμερον χειμών, πυρράζει γὰρ στυγνάζων οὐρανός.
 τὸ = Treg NA/NIV [[WH]]: || Ὑποκριταί τὸ = RP
τὸ μὲν πρόσωπον τοῦ οὐρανοῦ γινώσκετε διακρίνειν, τὰ δὲ σημεῖα τῶν καιρῶν οὐ δύνασθε. ⸃
4Γενεὰ πονηρὰ καὶ μοιχαλὶς σημεῖον ἐπιζητεῖ, καὶ σημεῖον οὐ δοθήσεται αὐτῇ εἰ μὴ τὸ σημεῖον
 Ἰωνᾶ = WH Treg NA/NIV: || Ἰωνᾶ τοῦ προφήτου = RP
Ἰωνᾶ. καὶ καταλιπὼν αὐτοὺς ἀπῆλθεν.

5Καὶ ἐλθόντες οἱ
 μαθηταὶ = WH Treg NA/NIV: || μαθηταὶ αὐτοῦ = RP
μαθηταὶ εἰς τὸ πέραν ἐπελάθοντο ἄρτους λαβεῖν.
6 δὲ Ἰησοῦς εἶπεν αὐτοῖς· Ὁρᾶτε καὶ προσέχετε ἀπὸ τῆς ζύμης τῶν Φαρισαίων καὶ Σαδδουκαίων. 7οἱ δὲ διελογίζοντο ἐν ἑαυτοῖς λέγοντες ὅτι Ἄρτους οὐκ ἐλάβομεν. 8γνοὺς δὲ Ἰησοῦς
 εἶπεν = WH Treg NA/NIV: || εἶπεν αὐτοῖς = RP
εἶπεν· Τί διαλογίζεσθε ἐν ἑαυτοῖς, ὀλιγόπιστοι, ὅτι ἄρτους οὐκ
 ἐλάβετε = Treg RP: || ἔχετε = WH NA/NIV
ἐλάβετε;
9οὔπω νοεῖτε, οὐδὲ μνημονεύετε τοὺς πέντε ἄρτους τῶν πεντακισχιλίων καὶ πόσους κοφίνους ἐλάβετε; 10οὐδὲ τοὺς ἑπτὰ ἄρτους τῶν τετρακισχιλίων καὶ πόσας σπυρίδας ἐλάβετε; 11πῶς οὐ νοεῖτε ὅτι οὐ περὶ
 ἄρτων = WH Treg NA/NIV: || ἄρτου = RP
ἄρτων εἶπον ὑμῖν;
 προσέχετε δὲ = WH Treg NA/NIV: || προσέχειν = RP
προσέχετε δὲ ⸃ ἀπὸ τῆς ζύμης τῶν Φαρισαίων καὶ Σαδδουκαίων.
12τότε συνῆκαν ὅτι οὐκ εἶπεν προσέχειν ἀπὸ τῆς ζύμης
 τῶν ἄρτων = WH Treg NA/NIV: || τοῦ ἄρτου = RP
τῶν ἄρτων ⸃ ἀλλὰ ἀπὸ τῆς διδαχῆς τῶν Φαρισαίων καὶ Σαδδουκαίων.

Copyright information for SBLG